Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ]. | ||
<<Joseph. AJ 1.285 | Joseph. AJ 1.290 (English) | >>Joseph. AJ 1.295 |
1.288
ἐκ Θάρρου γὰρ Ἅβραμος καὶ Ἀρράνης καὶ Ναχώρης ἦσαν υἱοί , ὧν Βαθουῆλος ὁ σὸς πάππος Ναχώρου γίνεται παῖς , Ἁβράμου δὲ καὶ τῆς Ἀρράνου Σάρρας Ἴσακος ὁ ἐμὸς πατήρ . ἔγγιον δὲ καὶ νεώτερον τοῦθʼ ἡμεῖς τῆς συγγενείας ὁμήρευμα ἔχομεν πρὸς ἀλλήλους ·
1.290Ῥεβέκκα γὰρ μήτηρ ἐμὴ Λαβάνου πατρὸς τοῦ σοῦ ἀδελφὴ πατρός τε τοῦ αὐτοῦ καὶ μητρός , ἀνεψιοὶ δʼ ἐσμὲν ἡμεῖς ἐγώ τε καὶ σύ . καὶ νῦν δεῦρο ἥκω ἀσπασόμενός τε ὑμᾶς καὶ τὴν προϋπάρχουσαν
1.291 ἡμῖν συγγένειαν ἀνανεωσόμενος .” ἡ δὲ ὑπὸ μνήμης , ὁποῖα φιλεῖ συντυγχάνειν τοῖς νέοις , προπεπυσμένη παρὰ τοῦ πατρὸς τὰ περὶ τῆς Ῥεβέκκας καὶ τοὺς γονεῖς εἰδυῖα ποθοῦντας αὐτῆς τὸ ὄνομα ὑπὸ τῆς περὶ τὸν πατέρα εὐνοίας ἔνδακρυς γενομένη περιβάλλει τὸν Ἰάκωβον ,
1.292καὶ κατασπασαμένη τὴν εὐκταιοτάτην καὶ μεγίστην ἡδονὴν αὐτὸν κομίσαι τῷ πατρὶ καὶ τοῖς ἐπὶ τῆς οἰκίας ἅπασιν ἔλεγεν ἐπὶ τῇ μνήμῃ τῆς μητρὸς αὐτοῦ κειμένῳ καὶ πρὸς μόνῃ ταύτῃ τυγχάνοντι · φανεῖσθαι δʼ αὐτῷ παντὸς ἀντάξιον ἀγαθοῦ . χωρεῖν τε ἐκέλευεν ἤδη πρὸς τὸν πατέρα καὶ ἕπεσθαι πρὸς αὐτὸν ἡγουμένῃ καὶ τῆς ἡδονῆς μὴ ἀφαιρεῖσθαι τὸ πλέον αὐτὸν βραδύνοντα .
Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ]. | ||
<<Joseph. AJ 1.285 | Joseph. AJ 1.290 (English) | >>Joseph. AJ 1.295 |